Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.216 Joseph. AJ 10.220 (English) >>Joseph. AJ 10.223

10.218ἐγκαλέσῃ δέ μοι μηδεὶς οὕτως ἕκαστα τούτων ἀπαγγέλλοντι διὰ τῆς γραφῆς, ὡς ἐν τοῖς ἀρχαίοις εὑρίσκω βιβλίοις· καὶ γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς ἱστορίας πρὸς τοὺς ἐπιζητήσοντάς τι περὶ τῶν πραγμάτων μεμψομένους ἠσφαλισάμην, μόνον τε μεταφράζειν τὰς Ἑβραίων βίβλους εἰπὼν εἰς τὴν Ἑλλάδα γλῶτταν καὶ ταῦτα δηλώσειν μήτε προστιθεὶς τοῖς πράγμασιν αὐτὸς ἰδίᾳ μήτʼ ἀφαιρῶν ὑπεισχημένος. 10.219

δὲ βασιλεὺς Ναβουχοδονόσορος ἔτη τρία καὶ τεσσαράκοντα βασιλεύσας τελευτᾷ τὸν βίον ἀνὴρ δραστήριος καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εὐτυχέστερος γενόμενος. μέμνηται δʼ αὐτοῦ τῶν πράξεων καὶ Βηρωσὸς ἐν τῇ τρίτῃ τῶν Χαλδαϊκῶν ἱστοριῶν λέγων οὕτως· 10.220ἀκούσας δʼ πατὴρ αὐτοῦ Ναβουχοδονόσορος, ὅτι τεταγμένος σατράπης ἐν τῇ Αἰγύπτῳ καὶ τοῖς περὶ τὴν Συρίαν τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης αὐτοῦ γέγονεν, οὐ δυνάμενος αὐτὸς κακοπαθεῖν συστήσας τῷ υἱῷ Ναβουχοδονοσόρῳ ὄντι ἐν ἡλικίᾳ μέρη τινὰ τῆς δυνάμεως ἐξέπεμψεν ἐπʼ αὐτόν. 10.221συμμίξας δὲ Ναβουχοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκράτησε καὶ τὴν χώραν ἐκ ταύτης τῆς ἀρχῆς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ Ναβουχοδονοσόρῳ συνέβη κατʼ αὐτὸν τὸν καιρὸν ἀρρωστήσαντι ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον ἔτη βασιλεύσαντα εἴκοσι καὶ ἕν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.216 Joseph. AJ 10.220 (English) >>Joseph. AJ 10.223

Powered by PhiloLogic